Ancient Greek
Δὶς κατηγορούμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 28-4
Not analysed yet
γενειήτην λέγει τὸν Διάλογον, ἐπεὶ τοῖς εἰωθόσιν αὐτῷ χρῆσθαι φιλοσόφοις μάλα σεμνῶς ἡ βαθεῖα ἠσκεῖτο ὑπήνη. ~VφΩ ἄμετρον*] ἄνετον. ~V κρότος μὲν ἐπὶ τῶν ῥητορικῶν λόγων καὶ μάλιστα τῶν ἐπιδεικτικῶν ἐν θεάτρῳ λαλουμένων καὶ τῶν ῥητόρων, ὡς ἔθος αὐτοῖς, πεπαρρησιασμένως χειρονομούντων ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν. ἐπὶ δὲ τοῖς διαλόγοις τοιοῦτον οὐδέν, ἀλλ’ ἅτε πρὸς ἔπος τῶν ἀντιλεγόντων γινομένων τῶν λόγων, ἐν οἷς ποτε ἀστεῖον ῥηθείη, μειδίαμα ἄχρι τοῦ τὰ χείλη διᾶραι τὸ πρόσωπον διαθεῖ μόνον· καὶ εἴ που βραχύ τι δεήσει ἐπισεῖσαι τὴν χεῖρα, καὶ τοῦτο κατὰ μέτριον ἐξανύεται. ~VφΩ