Ancient Greek
23 to 41
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 23-8-41
Not analysed yet
ἀεικελίῳ] ματαίῳ. ~Γ συγκλύδων*] συμμίκτων, ἀγελαίων. ~ΔMΩ ὑπὸ* κώδωνι] σημείωσαι, ὅτι σύνηθες ἐκ παλαιοῦ Λατίνοις ὑπὸ κώδωνι ἐκκλησιάζειν. ~VEφΟΩΔ καθάπερ ὁ λάβραξ κτλ.] ὡραῖον. ~E βάδην: ἠρέμα ἢ θᾶττον ἢ ταχέως. ~Δ διψῶντα*] τὸ ἑξῆς διψῶντα κεκραγέναι ἐπιμελούμενον, ὡς ἐπίσημος ἔσῃ καὶ κορυφαῖος. ~VEφΟΩΔ προσεπιμετροῦντες*] ἀντὶ τοῦ καὶ πέρα τοῦ εἰκότος ἐπισκοποῦντες. ~EVφΟΩΔ ἐν ὄχλῳ] ὄχλος ἐνταῦθα οὐ τὸ πλῆθος ἀλλ’ ἡ ὄχλησις. ~Δ φθόην] τὴν φθίσιν, ἥτις ἐξ αἵματος ἐπιβολῆς. ~Δ καλέσασα κτλ.] ὁ καλὸς κἀγαθὸς Λουκιανὸς ὁ πάντας καλῶς ἐλέγξας καὶ πάντων τὰ ἤθη παιδεύσας ἄτιμος μένει ἐν Καλαβρίᾳ. ~E m. post. εὖ ποιήσειν με τὸ περισπούδαστον —κυνίδιον κτλ.] λοιπὸν μακαριστέοι οἱ ἵππους καὶ ἡμιόνους καὶ ἀχθοφόρα ζῷα καὶ ἁμάξας μετακομίζοντες, ἴσως δὲ καὶ θεραπαινίδας τινὰς καὶ τιτθίδας σὺν ἑαυτοῖς διασῴζοντες ὡς τοῦ κυνιδίου πολὺ τιμιωτέρου. ~U ἐφεστρίδιον*] μανδύαν τινά, ἄμεινον δὲ κεκρύφαλον νοεῖν. ~ECVφΩ ἀπανθισάμενος κτλ.] ὡραῖον. ~ΓΕ βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοὶ κτλ.] ὡραῖον ἄγαν καὶ σχεδὸν ἀληθές. ~E