Ancient Greek
Περὶ τῶν ἐπὶ μισθῷ συνόντων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21-6
Not analysed yet
κιγκλίδος] ὅτι κιγκλίς ἐστι τὸ λεγόμενον κάγκελλον. ἔστι δὲ καὶ κίγκλος εἶδος ὀρνέου τὴν ὀσφὺν πολλὰ κινοῦντος, ὃ τινὲς σεισοπυγίδα καλοῦσιν· ἔστι δὲ καὶ σφόδρα λεπτόν, ὅθεν καὶ ἡ πτωχότερος κίγκλου παροιμία. ~Vat. 942 ἐπὶ τὰ Μανδροβούλου* χωρεῖ :παροιμία κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί· ὁ γὰρ Μανδρόβουλος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ χρυσοῦν πρόβατον ἀνέθηκε τῇ Ἥρᾳ, τῷ δὲ δευτέρῳ ἔτει ἀργυροῦν καὶ τῷ τρίτῳ χαλκοῦν. ~CEVφΟΩΔ. Addunt EΔ: μέμνηται Πλάτων ὁ κωμικὸς [fr. 54. C. A. F. Ι 6Κ.] ἐν Διὶ κακουμένῳ. ~