Ancient Greek
24 to 42
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 24-42
Not analysed yet
κλειστὴ* κτλ.] εἰς τὸ ὑπό τινων περὶ τῶν θαλαττίων σελαχῶν ἱστορούμενον διαπαίζει. ~VOUΩ ἔοικε κτλ.] σημείωσαι. ~Γ τῶν παρ’ ἡμῖν φαλλῶν ὑψηλοτέρους*] ἐν τῷ Περὶ τῆς Συρίης θεοῦ [28] μέμνηται τῶν φαλλῶν τούτων, ἐφ’ ὧν καί τινες ἀναβαίνουσι λόγῳ ἀσκήσεως. εἰσὶ δὲ οἱ φαλλοὶ οὗτοι τριακοσίων ὀργυιῶν τὸ ὕψος. ~VΓ2φOSUΩ πυρεῖα*] τοὺς πυρεκβολίτας λίθους λέγει. ~VCφΟSUΩ κορύθων*] τὸ τοῦ Ὁμήρου [Ε 4] διαγελᾷ περὶ Διομήδους τὸ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ. ~VφΟSUΩ subscript. :Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς κατὰ B⸤ι⸥θ⸤υνί⸥αν μετὰ Ἰακώβου τ⸤οῦ ⸥τ του ἀδελφ ⸤οῦ⸥ καὶ μητροπολίτου Λαρίσσης. ~⸤Γ2⸥