Ancient Greek
Ἀληθῶν διηγημάτων α′.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 23
Not analysed yet
λάπτουσι* τὸν ἀναθυμιώμενον καπνόν] Ἡροδότου διασύρει τὸ περὶ Σκυθῶν αὐτῷ ἱστορούμενον [4, 75] περὶ τῆς βοτάνης, ἧς καιομένης τοῦ ἐνθυμιωμένου καπνοῦ σπῶντες οἱ περικαθήμενοι Σκύθαι τὴν πυρὰν μεθύειν ὡς ἀπὸ οἴνου λέγονται. ~VΓ20UΩ ἰγνύαις*] ὅτι οὐ μόνον ἰγνύα ἡ εὐθεῖα εἴρηται ἀλλὰ καὶ ἰγνύς. ἀφ’ οὗ καὶ νῦν εἴρηκε ταῖς ἰγνύσιν. ~VCOSUΩ —]γρ. καὶ ἰγνύσιν ὡς ἀπὸ τῆς ἡ ἰγνύς· οὐ γὰρ μόνον τὸ ἡ ἰγνύη εἴρηται. ~φ γαστροκνημίαν*] γαστροκνημία λέγεται τὸ ἐξόπισθεν τοῦ καλάμου τοῦ σκέλους. ~ΟVSUΩ