Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 24-3
Not analysed yet
στιγματίας καλοῦσι τοὺς οἰκέτας τοὺς στιζομένους ὡς ἀχρησίμους. πρὸς τοῦτο οὖν ἀφορῶν ὁ Κυνίσκος ποῦ στιγματίας ἐγενόμην; πρῶτον ἠρώτησεν. ~ΓCVφΟΩΔ ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ’ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει] εἴθε, Λουκιανέ, μὴ διαπαίζοις, ἀλλ’ ὡς ἀληθὲς τοῦτο δοξάζοις. ~Δ ὁπόσα* κτλ.] σχόλιον βασιλείου Ἀδάδων. ἄντικρυς, ὧ Λουκιανέ, τοῦτο ἀληθὲς εἴρηκας καὶ λίαν σοφώτατα. οἱ γὰρ μὴ προεκκαθάραντες τὰ πεπλημμελημένα καὶ διὰ μετανοίας καὶ δακρύων ταῦτα ἀπονιψάμενοι σαφῆ γνωρίσματα καὶ τύπους τινὰς περιφέρουσιν, αἱ τούτων ψυχαὶ ὥσπερ τινὰς βαφὰς καὶ μελανώματα ἐκκεκολαμμένα ἔχουσαι καὶ γνώριμα πᾶσιν ὄντα διαδείκνυνται, ὧν τὴν αἰσχύνην μὴ φέρουσαι δεινῶς ὀδυνῶνται ἀνόνητα μεταμελούμεναι, καθὼς οἱ θειότατοι ἡμῶν πατέρες φασίν, Ἐφραῒμ καὶ Βασίλειος καὶ ὁ λοιπὸς τῶν θείων πατέρων θίασος. ~Δ καίτοι* τί τοῦτο κτλ.] φρονίμως αἰνίττεται πάνυ, ὡς ὁ φιλόσοφος εἰ καί τι ἔχει πρῴην ἁμάρτημα, δυνατὸν διὰ τῶν πόνων ἀποκαθᾶραι αὐτό. ~ΓVφΟΩΔ ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ΓV ἐμπολήσας*] κερδάνας, συνάξας. ~ΓVφΟΔ μακάρων νήσους λέγουσιν, ἔνθα διάγουσιν αἱ τῶν ἀγαθῶν ἀνδρῶν ψυχαὶ μετὰ θάνατον. ~VφΔ