Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 25
Not analysed yet
ἀνεπίγραφος*] μηδεμίαν γραφὴν ἢ στίγμα ἔχων. ~ΓVφΟΩΔ τύραννον*] εἴρηται τύραννος ἀπὸ τῶν Τυρρηνῶν τῶν βιαίων καὶ λῃστῶν γενομένων ἐξ ἀρχῆς, ὥς φησι Φιλόχορος [fr. 5. F. Η. G. I p. 384 Müller]. Τυρρηνοὶ γὰρ ὀλίγον τινὰ χρόνον οἰκήσαντες ἐν ταῖς Ἀθήναις ὤφθησαν ἐπανιστάμενοι τῇ πόλει. καὶ πολλοὶ μὲν αὐτῶν ἀπώλοντο ὑπὸ τῶν Ἀθηναίων, ἄλλοι δὲ ἐκφυγόντες Λῆμνον καὶ Ἴμβρον ᾤκησαν. χρόνῳ δὲ ὕστερον ἀπὸ ταύτης τῆς αἰτίας ἐχθρωδῶς διακείμενοι τοῖς Ἀθηναίοις ὥρμησαν εἰς πλοῖα καὶ κατασχόντες Βραύρωνα τῆς Ἀττικῆς ἥρπασαν παρθένους ἀρκτευομένας τῇ θεῷ τοῖς Βραυρωνίοις· αἷς συνῴκησαν. οἱ οὖν ἐν Ἀθήνησι ῥήτορες ὡς ἐν δημοκρατίᾳ πολιτευόμενοι ἔθος ἔχουσι τοὺς βασιλέας τυράννους καλεῖν ἀντὶ τῆς παρ’ αὐτοῖς γενομένης βίας τῶν Τυρρηνῶν. ~Δ πρόβαλ’ αὐτόν] πρὸ τῶν ἄλλων βάλε, προσάγαγε. ~VΔ