Ancient Greek
Πρὸς Νιγρῖνον ἐπιστολή.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 26
Not analysed yet
ὅς γε καὶ ἀγρὸν κτλ.] ⸤ἀρ⸥γῆς τοῦτο καὶ ῥᾳθύμου ψυχῆς καὶ μὴ εἰδυίας εἰς δέον χρῆσθαι ⸤τῷ⸥ κτήματι· ἢ γὰρ ἐχρῆν φι⸤λ⸥οσοφοῦντα μηδὲ τὴν ἀρχὴν κεκτῆ⸤σθαι⸥ ἢ πατρόθεν ὑπούσης τῆς κτή⸤σ⸥εως ἀπεσκευάσθαι τὸ ἀσχολίας παραίτιον, ἀλλὰ μὴ κεκτημένον ⸤ἐ⸥τώσιον ἄλλως ἄχθος περιφέρειν ὡσ⸤π⸥ερεὶ φθονοῦντα τῆς τοῦ ἀγροῦ καλλιεργίας καὶ τῆς ἐκ ταύτης τοῖς χρῄζουσιν ὠφελείας· ὅπερ οἶμαι καὶ ⸤ὁ⸥ Θηβαῖος προειδόμενος Κρά⸤τ⸥ης τοῖς ἄλλοις ἀφῆκε μηλόβοτον τὴν κατὰ ἀγροὺς κτῆσιν. ὥστε οὐ κατὰ ⸤Κ⸥ράτητα Νιγρίνῳ τὸ φιλόσοφον ⸤ἦ⸥θος οὐδὲ πρὸς ἐπαίνου ἀδεκά⸤σ⸥τως κρίνειν ἐπισταμένῳ ἀνδρί. ~⸤B⸥Δ