Ancient Greek
Section epist to 24
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) Section epist-24
Not analysed yet
εἰχόμην*] ἀντὶ τοῦ ἔνοχος ἦν. ~VMΟSUΔΩ τὸ λελογισμένον] ἤγουν ὁ λογισμός. ~M ad initium: ἐντεῦθεν ὁ λόγος, ὃν ⸤ἐπι⸥δείξεσθαι Νιγρίνῳ του⸤τῳὶ⸥ ὑπισχνεῖται, πλήρης κο⸤λακείας⸥· αὐτὸν γὰρ ὑποποιεῖσθαι Ν⸤ιγρῖνον⸥ τῷ λόγῳ σπουδὴ ἅτε ⸤τούτου οὐ τὸν⸥ τυχόντα ἔπαινον ⸤Νιγρίνου⸥ διεξιών. ἐν⸤τεῦθεν⸥ καὶ ἔοικέ μοι καλῶς ⸤ἔχειν⸥ αὐτὸν ἐπιγράφει⸤ν Νιγρῖνος⸥ ἢ περὶ φιλοσόφου ⸤ἤθους⸥. ~⸤B⸥OUΔ ἐπιτυχεῖν] ὅρα τὸ ἐπιτυχεῖν ἀντὶ τοῦ ἐντυχεῖν κείμενον καὶ δοτικῇ συντεταγμένον. ~φ τοῦ παιδός] ἤγουν τοῦ δούλου. ~M ἐκλήθην] εἰσεκλήθην. ~M σφαῖρα καλάμου] ἤγουν ἀπὸ καλάμου. ~M τὴν ἐπὶ τῆς Ἑλλάδος] φέρουσαν δηλονότι. ~M ἀρχαῖον*] ἀνόητον. ~VMΟSΩ. Addit M: μάταιον. ~διαμνημονεύουσι] ὅρα τὸ διαμνημονεύουσιν ὡς αἰτιατικῇ συνῆψεν. ~φ οὕτω δὴ —τοῖς ἀκούουσιν] ὡραῖα ταῦτα καὶ νοὸς κάλλους ξένα. ~V ἀνατυλίττων] σημείωσαι τὸ ἀνατυλίττων ἀντὶ τοῦ ἀνελίττων κείμενον. ~φ μέμνησο] ὅρα τὴν τοῦ μέμνησο σύνταξιν, ὅρα. ~φ θλίβων* τοῖς οἰκέταις] ἀντὶ τοῦ διὰ τοῦ πλήθους τῶν οἰκετῶν στενοχωρίαν ποιῶν. ~VφOSΩΔ ὅστις κτλ.] ὡραῖον. εὖ γε ὁ τῶν τοιούτων ἀποφάσεων, σοφώτατε ἄνθρωπε· φιλοσοφίας γὰρ καὶ τῆς καθ’ ἡμᾶς ἔχεται. ~φ ἀθέατος δὲ ἀληθείας κτλ.] σημείωσαι. ~V προστιθέμενος] ὅρα, ὡς αἰτιατικῇ τὸ προστιθέμενος συντέταχεν. ~φ ὑπερήφανον] θαυμασίως ἐνταῦθα κεῖται τὸ ὑπερήφανον. ~φ ταπεινώσαντα κτλ.] σημείωσαι. ~Γ μεταλαμβάνουσι] ὅρα τὸ μεταλαμβάνουσιν αἰτιατικῇ συντεταγμένον. ~φ