Ancient Greek
27 to 28
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 27-28
Not analysed yet
γέλωτα ὀφλισκάνει*] γέλωτα χρεωστεῖ, ἀντὶ τοῦ γελᾶται. ~ΓVΟΩΔ βατταρίζων] τὸ ἐν τῇ συνηθείᾳ βερβερίζων. ~CVΟΩΔ —]ὁ Βάττος· οὗτος τῆς κατὰ Κυρήνην ἀποικίας ἡγήσατο μογιλάλος τις ὤν. ἀπὸ τούτου καὶ τοὺς μὴ εὐθυστόμους μηδὲ τρανῇ κεχρημένους τῇ γλώσσῃ ἀλλ’ ἐπισεσυρμένως φθεγγομένους καὶ παρασήμως βατταρίζειν φασίν. ~VΔ συνεῖναι μὲν γάρ: ἀντὶ τοῦ διδάσκειν, ἐκπαιδεύειν. ~VΟΩ τοῦτο μὲν κτλ.] ἴδε, γόης τῷ ὄντι ἀμίμητος Λουκιανὸς οὑτοσί. ~Δ λοξὸς καλεῖται ὁ Ἀπόλλων διὰ τὸ λοξὰ μαντεύεσθαι, ὅ ἐστι στρεβλὰ καὶ ἄδηλα. ~ΓVΟΩΔ γριφώδης*] γρῖφός ἐστι τὸ προτεινόμενον δύσλυτον ζήτημα. γριφώδης οὖν εἶπεν ἀντὶ τοῦ ἀσαφής. ~ΓVΟΩΔ