Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 30
Not analysed yet
πλίνθους* χρυσᾶς] Κροῖσος γὰρ ὁ Λυδῶν βασιλεὺς χρυσᾶς αὐτῷ πλίνθους προσήγαγεν. ~ΓVΟΩΔ ἐν Δελφοῖς* κτλ.] ἐν τούτοις γὰρ τοῖς τόποις ὁ Ἀπόλλων, ὡς λέγουσιν, ἐμαντεύετο. ἔστι δὲ οἱ μὲν Δελφοὶ ἐν Φωκίδι, ἡ δὲ Κολοφὼν ἐν Ἀσίᾳ. ~ΓVΟΩΔ ἄρνεια κρέα κτλ.] τοῦτο γὰρ ὁ Κροῖσος ποιήσας ἔπεμψεν ἐρωτῶν αὐτόν, τί διαπράττεται, ἀποπειράζων. ~ΓΟΩ —]Κροῖσος γὰρ ἀποπειρώμενος τοῦ ἐν Δελφοῖς μαντείου, εἰ ἀληθὲς εἴη, ἐποίει τοιοῦτο· θεοπρόπους εἰς Δελφοὺς ἀποστέλλων ἔταξεν αὐτοῖς ῥητὴν ἡμέραν μετὰ τὸ ἀφικέσθαι κατὰ ταύτην τὴν ἐμπρόθεσμον ἀνερέσθαι τὴν Πυθίαν, τί νῦν διατελεῖ πράττων ὁ Κροῖσος. ἐποίει δὲ ταῦτα τηνικάδε Κροῖσος· λέβητα εἰς λέβητα ἐπεμβαλών, εἶτα χελώνης κρέα καὶ ἀρνειοῦ συγκατακόψας καὶ τῷ λέβητι τῷ διπλῷ ἐμβαλὼν ἥψει. ἅπερ ἅπαντα ἡ Πυθία ἀνεῖλεν ὡς ἐπράττετο, μάλιστα περὶ τῶν τῆς χελώνης κρεῶν ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης. ~VΔ Addit Δ: ἡ ἱστορία πλατύτερον μετὰ τοῦ χρησμοῦ παρὰ Ἡροδότῳ [1, 47]. ~κορυβαντῶδες*] μανιῶδες· οἱ γὰρ Κορύβαντες δαίμονές εἰσι περὶ τὴν Ῥέαν. ~ΓVΟΩΔ κατόχιμα*] μανιώδη. ~ΓV φρικώδη] φοβερά. ~ΓV