Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 27-3
Not analysed yet
μετοίκους] ἐξ ἀνθρώπων γὰρ οὗτοι θεοὶ ἐνομίσθησαν. ~VφΩΔ Ὅμηρός που λέγει* κτλ.] ὦ βωμολόχε καὶ ψωμοκόλαξ· ὥσπερ Ὅμηρος, οὕτω καὶ Μένιππος τὰ οὐράνια εἶδε, καὶ ὡς Μένιππος, οὕτω καὶ σύ, ὁ Λουκιανός. ~VΩΔ αὑτῇ κνίσῃ*] σὺν αὐτῷ τῷ λίπει. ~ΓVφ κόρδακα*] κόρδαξ ἐστὶν ἡ μετὰ μέθης ὄρχησις. ~ΓVφΩΔ πρώτην ᾠδὴν —Πινδάρου] τὸ ἄριστον μὲν ὕδωρ [Ol. 1, 1]. ~VφΩΔ ὑποβεβρεγμένος*] ἀντὶ τοῦ μεθύων. ~VΔ