Ancient Greek
Τίμων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 28-2
Not analysed yet
τῦφος διὰ τὸ οἱονεὶ ἐκκεκαυμένον χωρίον ἐξηρημῶσθαι τὸν ἑαλωκότα τῷ πάθει τούτῳ τῶν βελτίστων φρενῶν καὶ μηδ’ ὅποι ἰέναι συμφερόντως ἑαυτῷ ἐπιστάμενον, παρ’ ὅ καὶ τῦφος εἴρηται τὸ πάθος· τύφω γὰρ τὸ φλέγω καὶ καίω φασίν. σύνδρομον τούτῳ καὶ ἡ ἄνοια· ἀνοηταίνουσι γὰρ οἱ τῷ τύφῳ σεσαγηνευμένοι τῷ μὴ εἰδέναι ἔχειν, οἷ χρήσονται ἑαυτοῖς. ἐπὶ τούτοις ἡ ἄκαιρος ἐπεισέρχεται μεγαλοψυχία τῇ ἀπὸ τοῦ πλούτου περιττότητι τὸ δῆθεν ὑποδυομένη φιλάνθρωπον. ἀλλά γε δὴ καὶ μαλακία συνέστιον αὐτοῖς ἐκβιάζεται τιθέναι ἑαυτήν, τὴν θρύψιν τε καὶ θηλύτητα διὰ τὴν εὐπορίαν προβαλλομένη. σύμμαχοι ταύταις λοιπὸν ὕβρις τε καὶ ἀπάτη, τῆς μὲν τῶν ἄλλων διὰ τὸν πλοῦτον ὑπερφρονεῖν ἐχούσης, τῆς δὲ τὸ παράλογον τῆς οἰήσεως κρατύνειν ἀναπειθούσης καὶ ὡς καλῷ τε καὶ σωτηρίῳ τούτῳ προσανακεῖσθαι. ~⸤Γ2 ⸥VMΔ