Ancient Greek
Περὶ παρασίτου, ὅτι τέχνη ἡ παρασιτική.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 28-5
Not analysed yet
μία μὲν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν] ἐντεῦθεν διασύρει τὸν Ἀ⸢να⸣ξαγόραν καὶ τὸν Παρμεν⸢ίδην⸣, οἵτινες ἔλεγον ἓν τὸ ὂ⸢ν⸣ καὶ ἄπειρον, εἴπω δ’, ⸢ὅτι⸣ καὶ τὸν Ἀριστοτέλην, ὃ⸢ς⸣ τὴν τοιαύτην δόξαν ἀ⸢νέ⸣τρεπε διὰ συλλογι⸢σμῶν⸣ γενναίων ἐν τῇ Φυσι⸢κῇ⸣ ἀκροάσει [A 6] καὶ διὰ ⸢παρα⸣δειγμάτων καὶ ἔλεγε τρία ⸢εἶναι⸣, ὕλην, εἶδος, στέρησιν, ⸢πο⸣τὲ δὲ δύο, ὕλην καὶ εἶδος. καὶ ἡ μὲν ὕλη ἀεὶ ὑπόκειται, ἀπὸ δὲ τῶν δύο ἐξ ἀνάγκης τὸ ἓν ὀφείλει ἀπεῖναι· εἴδους γὰρ ὄντος ⸢ἐξ ἀ⸣νάγκης στέρησις οὐκ ἔστι καὶ στερήσεως οὔσης οὐκ ἔστιν εἶδος. ταῦτα δὲ ὡς ἐν παρόδῳ διδάσκει ἐν τῷ ⸢πρώτῳ⸣ βιβλίῳ, ἐν δὲ τῷ δευτέρῳ ἀκριβέστερον καὶ ἀγωνιστικώτερον. ~⸢V⸣φ. Addit V: ὅτι οὐκ ἔστιν ἕν· ὡς φυσικοὺς γὰρ τούτους ⸢ἀρι⸣θ⸢μεῖ⸣, διότι τὰ αὑτῶν βιβλία ἐπέγραψαν φυσικά, οὐ μέντοι γε δὲ ὡς θεολόγους. ~