Ancient Greek
Περὶ παρασίτου, ὅτι τέχνη ἡ παρασιτική.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 29-4
Not analysed yet
τὸ γὰρ* περὶ ἑνὸς προκειμένου κτλ.] αὐτὸ φάσκεις τὸ εἰδοποιοῦν τὴν ῥητορικὴν εἰς ἀναίρεσιν ταύτης παραλαμβάνων, ὥσπερ εἴ τις καὶ τὸ ζῷον ὁριζόμενον οὐσίαν ἔμψυχον αἰσθητικὴν πειρῷτο ἀναιρεῖν, ὅτι κατὰ διαφόρων τῷ εἴδει εὑρίσκεται τοῦτο ἓν ὄν. εἰ οὖν καὶ ἡ ῥητορικὴ δύναμίς ἐστιν εἰς ἑκάτερα τὰ ἀντιδοξούμενα ἐπιχειρεῖν πεφυκυῖα, οὐκ ἂν ἔμφρονι λόγῳ τὸ συνιστῶν αὐτὴν ἐπ’ ἀναιρέσει ταύτης παραληφθείη· ἀναιρεῖ μὲν γὰρ τὸ προκείμενον εἰς ἐξέτασιν ἢ κατασκευάζει, αὐτὴ δὲ μᾶλλον ὑφέστηκε τὸ ἑαυτῆς ἐπιτελοῦσα ἅτε ἑδραία καὶ ἀναλλοίωτος διαμένουσα· οὐδὲ γὰρ οὐδὲ τέκτων ὁ τὴν αὐτὴν οἰκίαν ἔσθ’ ὅτε μὲν 25 συνοικοδομῶν ἄλλοτε δὲ καταλύων ἤδη καὶ αὐτὸς τὸ εἶναι οἰκοδόμος ἀναιρεθήσεται. ~Γ2 μηδέποτε ὁμολογεῖν*] scholion erasum est; signum m 1. positum ~Γ