Ancient Greek
Ψευδολογιστὴς ἢ Περὶ τῆς ἀποφράδος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 29-6
Not analysed yet
θάτερον* τῶν πενήτων] κακῶς γὰρ τὸ θάτερον εἶπεν, ἐπεὶ μηδὲ ἡ εὐθεῖα θάτερος ἀλλ’ ἃτερος· ἀπὸ γὰρ τοῦ ὁ ἕτερος συναλειφθὲν ἅτερος λέγεται καὶ ἅτερον ἡ αἰτιατική· ἀεὶ γὰρ αὕτη τῇ εὐθείᾳ ἀκολουθεῖ. τὸ δὲ τριῶν μηνοῖν προδήλως βάρβαρον, δυικὸν τῷ τριῶν ἐπαγόμενον. ὡσαύτως δύσφημον καὶ τὸ ἀνηνεμία· τίς γὰρ χρεία τοῦ στερητικοῦ μηδὲν πλέον τοῦ νη δηλοῦντος; τὸ δέ τοι ἐκχύνειν καὶ ἀδιόρθωτον, ἐπεὶ χέω μὲν ἐπίσταται ἡ ἑλληνίζουσα χρῆσις, χύνω δὲ οὐδέπω ἐγκέκριται τῇ Ἑλλάδι γλώσσῃ, ὥσπερ οὐδὲ τὸ πέταμαι· οὐ γὰρ ἔστι πέτημι ἀλλὰ πέτω, βαρύτονον, ἀφ’ οὗ πέτομαι ἴσως ἂν λεχθείη, οὗ καὶ ἡ μετοχὴ πετόμενος, ὡς Πλάτων Εὐθύφρονι [4A] τί δαί; πετόμενόν τινα διώκεις; πέταμαι δὲ οὐδαμῶς, ἀλλ’ εἰ ἄρα ἵπταμαι ὡς ἀπὸ τοῦ ἵπτημι, ὡς καὶ ἀπὸ τοῦ ἵστημι λεχθείη ἂν ἵσταμαι. ~VERφUΔ et (a lin. 18) C