Ancient Greek
30 to 32
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 30-6-32
Not analysed yet
Τισίου τούτου λέγει τοῦ Κόρακος τοῦ Σικελοῦ μαθητοῦ· τάχα γάρ τι τοιοῦτο καὶ αὐτὸς κατασοφισάμενός τινα πρεσβύτην εἰργάσατο. ~VERφΔ παιπάλημα: ὁ πανοῦργος ἄνθρωπος, κυρίως ὁ ὡσπερεὶ ἄλευρον τοῖς κακοῖς συναληλεσμένος καὶ συντετριμμένος. νῦν δὲ οὐ τοῦτο βούλεται τῷ γλωσσαλγεῖν τούτῳ δηλοῦν, ἀλλὰ τὸν ὑπὸ τῆς ἀνενδότου μισητίας ὥσπερ ἄλευρον διατεθρυμμένον. κίναιδος δὲ ὅ τε ποιῶν ὅ τε πάσχων, παρὰ τὸ τὴν αἰδὼ κινεῖν. ~ERCVφUΔ