Ancient Greek
Φιλοψευδὴς ἢ Ἀπιστῶν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-13
Not analysed yet
Κοροίβου* —Μαργίτου] ὁ μὲν Κόροιβος μωρός τις ἀπομνημονεύεται ἄνθρωπος καὶ οὕτως ὥστε γυναῖκα ἀγαγόμενος μὴ ἂν ἑλέσθαι συγκαθευδῆσαι αὐτῇ διὰ τὸν πρὸς τὴν πενθερὰν αὐτοῦ φόβον · καὶ οὕτως ἐχόμενον τοῦτον παρθενεύειν αὐτήν, μέχρις ἂν τῆς γυναικὸς σκεψαμένης τὸ ἄρθρον ὀδύνῃ συνέχεσθαι καὶ οὐκ ἄλλως ἀπολυθῆναι, εἰ μὴ τῷ μορίῳ τοῦ ἀνδρὸς καταψηθεῖσαν· οὕτω τὴν κοινωνίαν τότε τοῦ γάμου γενέσθαι. ὁ δὲ Μαργίτης μωρὸς καὶ αὐτὸς τὰ κύματα μετρεῖν ἐπιχειρῶν. ~Vφ