Ancient Greek
5 to 24
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-10-24
Not analysed yet
πρὸς τῆς* Ἑστίας] τὴν Ἑστίαν εἰς ὅρκον παρέλαβεν ὡς κατ’ οἶκον αὐτοῦ πυνθανόμενος καὶ τὸ πρόχειρον κατὰ τῆς ἐφεστίου ἐσχάρας αὐτὸν ἐξορκῶν. ~Vφ ⸢κατ⸣εγνωκότες πολλὴν τὴν ⸢ἄ⸣νοιαν: αἰτιατικὴ ⸢ἀ⸣ντὶ γενικῆς Ἀττικῶς. ~⸢V⸣ ἥλῳ, φασίν, ἐκκρούεις τὸν ἧλον :παροιμία ἐπὶ τῶν ἀσ⸢υμ⸣φόροις ἀσύμφορα π⸢ι⸣στουμένων, ὥσπερ καὶ ἐπὶ τῶν ψευδῶν εἴρηται τὸ ⸢λίνον⸣ λίνῳ συνάπτεις. ~C⸢V⸣φ καὶ διὰ τοῦτο ἐκ κτλ.] ὡραῖον. ~Γ ἐξ Ὑπερβορέων κτλ.] ὡραῖον. ~Γ ⸢V⸣φ καρβατίνας*] καρβατίναι τὰ τραχέα καὶ ποιμενικὰ ὑποδήματα, ἃ καὶ ἀρβύλας φασίν. ~VCφ ⸢V⸣φ ἔρωτας ἐπιπέμπων κτλ.] ὡραῖον. ~Γ εἶτα βοῦς κτλ.] σημείωσαι. ~Γ Ὑπερβορέους κτλ.] ὡραῖον. ~Γ ⸢V⸣φ ἢν ψόφον ἀκούσῃ κτλ.] σημείωσαι. ~Γ τὸν Σύρον . . . τὸν ἐπὶ τούτων σοφιστὴν κτλ.] οὐαί σοι, Λουκιανὲ ἄθεε· σοφιστὴς ἦν ὁ κύριος καὶ θεός μου καὶ μισθοὺς ἐλάμβανε τῆς νοσούντων σωτηρίας; ἡ γῆ δὲ διαστῆναι δυναμένη τηνικαῦτα, ὅτε σὺ ταῦτ’ ἐλήρεις, τί παθοῦσα μὴ διέστη καταπιοῦσα σὲ τὸν ἀλιτήριον; ἢ οὐδὲν ἄλλο γε ἢ μυσαχθεῖσα; ~Vat. 1325 Πολυκλείτου] ὅτι γραφεὺς ἦν ὁ Πολύκλειτος καὶ ὁ Εὐφράνωρ, οὐχὶ ἀγαλματοποιοί. ~CΦ⸢V⸣φ —]γραφεὺς ὁ Πολύκλειτος, ὥσπερ καὶ ὁ Εὐφράνωρ, καὶ πῶς 〈ὡς〉 ἀγαλματοποιὸς νῦν εἰσάγεται, θαυμάζω. ~V ⸢V⸣φ τοῦ πώγωνος κτλ.] ὡραῖον. ~Γ Δαιδάλου* τεχνημάτων κτλ.] τοῦτο οὐ μάτην εἶπεν, ἀλλ’ ἐπειδὴ πρῶτος Δαίδαλος ἄγαλμα εἰργάσατο περισκελές, τῶν πρὸ αὐτοῦ πάντων τεχνιτῶν συμβεβηκότα τὼ πόδε ἀποτελούντων, παρέσχε φήμην, ὡς τὰ Δαιδάλου ἀγάλματα κινεῖται αὐτόματα. ~ΓVΦ ἐν κύκλῳ ψοφῶν κτλ. ]ὡραῖον. ~Γ ἡμισταδιαίαν] πεντήκοντα ὀργυιῶν. ~Vφ ⸢V⸣φ ὀφιόπους ἦν κτλ.] σημείωσαι. ~Γ οἷοι ὄντες αὐτοὶ κτλ.] ὡραῖον. ~Γ ἐπιμετρήσαντος*] ἀντὶ τ⸢οῦ προσθέντος⸣. ~⸢V⸣φ