Ancient Greek
Δημοσθέυους ἐγκώμιον.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-17
Not analysed yet
πέπονθας τὸ τὸν δόλιχον νενικηκότος] δύναται καὶ ⸤τὸ τοῦ δόλιχον νε⸥νικηκότος εἶναι ⸤καὶ τὸ τὸν δόλιχον⸥ νενικηκότος ἀ⸤ ⸥χρεία. ἀλλ’ ἐπεὶ ⸤τὴν περιττό⸥τητα τῶν ἄρθρων ὑποστέ⸤λλεσθαι εἰώ⸥θασιν Ἀττικοί, ἓν τῶν ⸤δύο ἀνάγ⸥κη περιελέσθαι· συνυ⸤πακούεται γὰρ⸥ τὸ τ⸤ὸ τοῦ⸥ νενικηκότος εἴη, λεί⸤ψει τὸ τόν⸥ συνυπακουόμενον καὶ ἔσται ⸤οὕτως καὶ πέ⸥πονθας τὸ τοῦ νενικηκό⸤τος τὸν δόλιχον⸥· ὃ καὶ φαυλότερον· εἰ δὲ τὸ τὸν δόλιχον νενικηκότος, ἐλλείψει ⸤τὸ τῆ⸥ς γενικῆς ἄρθρον συνυπακουόμενον ⸤οὕτως⸥ καὶ πέπονθας τὸ αὐτὸ τοῦ νενικηκότος τὸν δόλιχον. ἐγκριτώτερον δὲ ἔσται τοῦτο τοῦ προτέρου, καθότι φίλον Ἀθηναίοις τῶν ἄρθρων ἐλλειπεστέρας τὰς πτώσεις προφέρεσθαι· αὐτοὶ γὰρ ἀφικόμην φασὶ πρὸς βασιλέα καὶ προσῆλθε βασιλεῖ. ~⸤B⸥ φ U. Addit B: καὶ ἐπ’ ἄλλων πλείστων ὡσαύτως. εἰ δέ τις ἀξιώσει ἐλλεῖψαι τὸ τό, ἀλλ’ οὐ τὸ τοῦ, λέληθεν ἑαυτὸν τοῦ παντὸς ἁμαρτάνων· τὸ μὲν γὰρ ἀσαφέστερον καταστήσεται τὸν λόγον, παρόσον τοῦ πράγματός ἐστι σημαντικόν, φημὶ δὲ τὸ τό· τοιοῦτο γάρ ἐστιν, ὡς καὶ φθάνομεν παραθέμενοι καὶ πέπονθας τὸ αὐτὸ τοῦ νενικηκότος τὸν δόλιχον· οὕτω γὰρ μετατιθέμενον εὑρίσκεται· ὅρα γάρ, ὅτι τὸ τό τὸ πρᾶγμα σημαίνει, τὸ δὲ περικαλλέστερον ἀπὸ τοῦ ἐνδέειν τὸ κάλλος ἐκπεπορισμένον. ~