Ancient Greek
6 to 50
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-16-50
Not analysed yet
ἥδομαι δὲ καὶ πάθη κτλ.] σημείωσαι. ὡραῖον. ~Γ διαρκεστέρῳ δὲ τόνῳ] ὅτι κατὰ τοῦτο κρείττων Ὁμήρου Δημοσθένης. ~RφU μεταξὺ* κτλ.] οἷον πεποίηκε [Hom. Ζ 119 sq.] τὸν Διομήδην τῷ Γλαύκῳ ὀργώσης ἤδη τῆς μάχης διεξοδικῷ ἀναγνωριζόμενον τῷ λόγῳ. ~RφU παρισώσεων* κτλ.] τῷ κεκαλλωπισμένην ἔχειν τὴν φράσιν. ~Δ Ἰσμηνὸν κτλ.] ἀρχαὶ ταῦτα τῶν Πινδάρου τοῦ μελοποιοῦ ὕμνων [fr. 29 Bergk]. ~φU κἀκ τῶν φορημάτων κτλ.] σημείωσαι. ~Γ τὰ γάρτοι καλὰ κτλ.] σημείωσαι. ~ΓΔ ἀλλ’ εἰ δή τινα πάντων κτλ.] τὸ ἑξῆς οὕτως· ἀλλ’ εἰ δή τινα θαυμάσας Δημοσθένην εἶχον· ἀπὸ κοινοῦ γὰρ τὸ θαυμάσας. ~RφU κρότῳ κτλ.] θαυμασίως ἥθροισται πάντα κράτιστα Δημοσθένους καὶ ἐν βραχεῖ τῷ εὐμνημονεύτῳ περιποιούμενα καὶ μηδὲ τῷ σαφεῖ διὰ τὴν συντομίαν λυμαινόμενα. ~R 34—36 καὶ τοὺς μὲν ἔξω κτλ.] τεχνικώτατα πάνυ τὰ ἀπὸ τῶν ὑπομνημάτων εἰς ἐγκώμιον Δημοσθένους παραληφθέντα διεσκεύασται. ~R μιᾶς γε ταύτης ἡμέρας κτλ.] ὡραῖον. ~Γ εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι τῇ πρεσβείᾳ] τοῦτο ῥᾳδιούργημα λόγων, εἴ τι χρὴ Αἰσχίνῃ τῷ συμπρεσβεύσαντι πείθεσθαι. ~R παρὼν εἶναι: παρέλκει τὸ εἶναι. ἐπισκοπητέον δέ, εἰ ὅμοιον τῷ ἑκὼν εἶναι· ἐκεῖνο γὰρ μετ’ ἀπαγορεύσεως τάττεται, οἷον οὔποτ’ ἂν ἐγὼ ἑκὼν εἶναι πεισθείην. ~RU οὐ γάρτοι σμικρὸν κτλ.] γνώμη. ~R ὀπαδός τις δαίμων κτλ.] τὴν ἰσάγγελον πολιτείαν παρεισάγει ὁ ἀλιτήριος. ~Δ