Ancient Greek
3 to 47
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-19-47
Not analysed yet
οὐκοῦν ὁ διδάσκαλος κτλ.] σημείωσαι. ὡραῖον. ~V οὐκ ὀλίγοι μάλα ἐρρωμένως κτλ.] σημείωσαι. ~Γ εἰ*] εὐκτικὸν τὸ εἴ. πολὺ δὲ παρὰ Πλάτωνι τοῦτο. ~E ὥσπερ φασὶ τὸν Ἡρακλέα κτλ.] σημείωσαι. ὡραῖον. ἱστορία. ~V Χαιρεφῶντα κτλ.] σημείωσαι, ὅτι Στωικὸς ὁ Σωκράτης· ἐπ’ αὐτὸν γὰρ ὁ Πύθιος Χαιρεφῶντα προὐτρέψατο εἰπὼν ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτατος. ~EV ἐν χρῷ κουρίας] σημείωσαι, ὅτι κεκαρμένοι τὰς κεφαλὰς οἱ Στωικοί. ~E ὅτι ὠγαθὲ ἀνδριάντων κτλ.] ὡραῖον. ~E —]σημείωσαι. ~V τί ἂν πάθοι κτλ.] ἀστεῖον. ~EV φησὶ γὰρ ὁ μῦθος κτλ.] σημείωσαι. ἱστορία. ~V ἡ μὲν ἀρετὴ τοιόνδε κτλ.] σημείωσαι. ὡραῖον. ~V ἐσσύμενον] Ὅμηρος [Ζ 518] ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω οὐδ’ ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες. ~E αὐθιγενής] αὐτόθι γεννηθείς, αὐτόχθων. ~Δ Ἡσίοδος] τὸ τοῦ Ἡσιόδου [Οp. 289] ἐκεῖνο περὶ ἀρετῆς τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν καὶ τὰ ἑξῆς. ~Δ ἡδέως εἰς Κόρινθον ἐλθεῖν] τὸ παροιμιῶδες ἐκεῖνο λέγει οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς. ~Γ2EV ἐπὶ ῥιπός*] παροιμία θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις. εἴρηται ἐπὶ τῶν πάνυ ἀπόρων καὶ θεῷ μόνον εἰς λύσιν ἐπιτρεπομένων. ~VΓ2EC —]ῥὶψ τὸ κατεσκευασμένον πλέγμα ἐκ τῆς οἰσύας ἢ ψίαθος, ἴσως ἀπὸ τοῦ ῥίπτεσθαι ἐν παντί. ~Δ τἀληθοῦς ἑνὸς ὄντος κτλ.] σημείωσαι. ὡραῖον. ~V εἰπέ μοι λέγων κτλ.] σημείωσαι. ὡραῖον. ~V οὐκοῦν ἢν τινα καὶ τῶν ἀθλητῶν κτλ.] ὡραῖον. ~V πρῶτον μὲν αὐτοὶ κινούμενοι κτλ.] ὡραῖον. ~V φαίη μὲν ἂν ἕκαστος κτλ.] ὡραῖον πάνυ. ~V ὁ Πλάτων κτλ.] ὡραῖον. ~V μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρός] τοῦτο περὶ Δίωνος ἱστοροῦσι τοῦ Προυσαέως, ὅν καὶ διὰ τοῦτο κατ’ εὐφημισμὸν Χρυσόστομον Ἓλληνες ὠνόμασαν. ~Γ2Ε πρὸς* τῆς Ἑστίας] φίλον ὄντα κατὰ τῆς Ἑστίας ἐξορκοῖ· αὕτη γὰρ καὶ πρὸς τὸ εἶναι ἡμᾶς αἰτιᾶται, καθὰ καὶ Πλάτων ἐν Κρατύλῳ [401 C] ἐτυμολογῶν αὐτὴν ἀποφαίνεται, καὶ πρὸς φιλίαν αὐτὴ συνάγει διὰ τῆς κατ’ οἶκον ἐσχάρας τοῦτο προμηθουμένη. ~VΕ λαβύρινθον κτλ.] σημείωσαι διὰ σύνταξιν. ~E