Ancient Greek
Ἑρμότιμος ἢ Περὶ αἱρέσεων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 53-3
Not analysed yet
καὶ τί σοι ἀποκριναίμην κτλ.] χρήσιμον. ~V ὅσοι φιλοσοφοῦσιν] τὸ τῆς Σκεπτικῆς ἔοικας, ὦ Λυκῖνε, ληρεῖν· ἐπεὶ γὰρ κἀκείνη ἀκαταληψίαν πρεσβεύουσα ἀνεπίκριτον ματαιολογεῖ τὸ ἀληθές, παρόσον πάντες ἄνθρωποι καὶ τῇ τῶν λόγων ἰσοσθενείᾳ δεόμενοι τοῦ ἐπικρινοῦντος, ἀνθρώπῳ δὲ τοῦτό φησιν ἀμήχανον γενέσθαι, καθότι οὐδεὶς ἀνθρώπων ἀδιάτρεπτος γνώμης ἀληθοῦς. ἀλλὰ κἀγὼ φήσω· ἐπεὶ καὶ αὐτὸς σὺ ὁ ταῦτα ληρῶν ἄνθρωπος, ἐν μέρει καὶ σὺ τῆς σῆς παραπολῇ ἀκριβολογίας καὶ τὸ μηδὲν λογισθείης παρά γε τοῖς νοῦν ἔχουσι καὶ οὕτω τοῖς οἰκείοις ἀλώσῃ πτεροῖς. ~Γ2Ε