Ancient Greek
Περὶ παρασίτου, ὅτι τέχνη ἡ παρασιτική.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 30-5
Not analysed yet
οὐδέ εἰσι κτλ.] ⸢τὸ⸣ ἑξῆς· οὐδέ εἰσιν, ὡς ἔ⸢οι⸣κεν, οἱ Στωικοὶ 30 διάφορα δόγματα ἔχοντες ⸢τοῖς παρασί⸣τ⸢οις⸣. ~Γ2⸢V⸣φUΩ πᾶσι πρὸς ἅπαντας ὁμολογία] ναὶ ἄλλοι παρ’ ἄλλοις ἀλλ’ οὐχὶ πάντες παρὰ πᾶσι δεδοκιμασμένως παρασιτοῦσιν. ἐπεὶ καὶ αὐτὸς ἀρχόμενος τῆς μωρολογίας ταύτης καὶ τέχνῃ βουλόμενος προσαρμόζειν αὐτὴν οὕτω πως ἔφης ὅτι [c. 4] σύστημά ἐστι καὶ αὐτὴ ἐκ καταλήψεων πρῶτον μὲν τῷ δοκιμάζειν καὶ διακρίνειν αὐτόν, ὅστις ἐπιτήδειος γένοιτο τρέφειν αὐτὸν καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. εἰ δὲ τοῦτο, οὐκ ἂν παρὰ πᾶσιν οἱ αὐτοὶ παρασιτοῖεν ἀλλὰ ἄλλοι παρ’ ἄλλοις, ὡς μὴ τῷ ὄντι μιᾶς οὔσης ἀλλὰ διαφόρου, ἀφ’ ἧς διαφόρου ἄλλοι παρ’ ἄλλοις εὐδοκιμοῦσιν. καὶ οὕτω διαδράσεταί σοι τὸ καὶ τὴν παρασιτικὴν τῷ ἑνιαίῳ συνεστάναι, εἴ γε διαφορὰ καὶ τοιαύτη τε καὶ τοσαύτη εὕρηται καὶ παρὰ ταύτῃ, ἀφ’ ἧς μάλιστα καὶ πλεῖον τῶν ἐνδιαβαλλομένων, μᾶλλον δὲ ἀληθέστερον πρὸς τὸ ἀνύπαρκτον χωρήσει ἡ παρασιτική. ~Γ2