Ancient Greek
Συμπόσιον ἢ Λαπίθαι.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 31-2
Not analysed yet
Μελέαγρος ἀπομαρανθείς*] σβεσθείσης γὰρ τῆς λαμπάδος παρὰ τῆς μητρὸς κατὰ μικρὸν αὐτὸς ἐμαραίνετο. ~ΓVΟUΩΔ —]τῷ Μελεάγρῳ συνεγεννήθη λαμπάς, περὶ ἧς ἐλέχθη, ὅτι, ἐφ’ ὅσον ἅπτεται, ζῇ ὁ Μελέαγρος. ὅτε οὖν σχὼν τὴν Ἀταλάντην σύμμαχον καὶ τοὺς ἀδελφοὺς τῆς ἰδίας μητρὸς ἐφόνευσε τὸν Καλυδώνιον κάπρον, ἐρῶν τῆς Ἀταλάντης ἔδωκεν αὐτῇ τὰ πρωτεῖα. ὠργίσθησαν ἐπὶ τούτῳ οἱ θεῖοι καὶ γενομένης μάχης ἀνεῖλεν αὐτούς. ἐπὶ τούτῳ ἐλυπήθη ἡ Μελεάγρου μήτηρ Ἀλθαία κατ’ αὐτοῦ ὡς ὑπὲρ ἀδελφῶν καὶ ἀπελθοῦσα ἔσβεσε τὴν λαμπάδα. ἦν δὲ ὁ Μελέαγρος υἱὸς τοῦ Οἰνέως. ~VΟUΩΔ ἀδιάφορα κτλ.] ὁ Χρύσιππος διδάσκαλος τῶν περὶ Ἑτοιμοκλέα καὶ Ζηνόθεμιν καὶ διὰ τοῦτο εἰς αὐτὸν ἀποσκώπτει ὁ Ἕρμων. ~Δ