Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 33-3
Not analysed yet
ἀγοραῖος*] Ἑρμῆς ὁ ἀγοραῖος ἐτιμᾶτο παρὰ τοῖς Ἀθηναίοις ὡς ἐν τῇ ἀγορᾷ ἱδρυμένος. εἰκότως δὲ ἀδελφὸν ἐκάλεσε τοῦ Ἑρμοῦ τὸ ἄγαλμα αὐτοῦ. ~ΓVΟΩΔ πίττης γοῦν ἀναπέπλασται*] οἱ γὰρ ποιοῦντες τοὺς ἀνδριάντας καὶ τὰ ἀγάλματα ἔθος ειἶχον περιπλάττειν τὸ ἄγαλμα τοῦ Ἑρμοῦ πίσσῃ καὶ οὕτω λαμβάνειν ἐξ αὐτοῦ ἐκτύπωμα, ἵνα πρὸς αὐτὸ ποιήσωσιν. ~ΓVΟΩΔ ὁσημέραι*] καθ’ ἑκάστην ἡμέραν. ~ΓΔ πισσούμενος: περιπλαττόμενος. ~Γ πιττούμενος] πίσσῃ πλαττόμενος. ~V κεκράκτας*] τοὺς τὰ μεγάλα κράζοντας. ~ΓVΔ Δᾶμίν* τε καί] μέλλοντος εἰπεῖν Ἑρμοῦ Δᾶμίν τε καὶ Τιμοκλέα ὁ Ζεὺς τὸ πρᾶγμα νοήσας ἀνακόπτει αὐτόν. ~ΓVΟΩΔ εἰ πάλαι*] εἰ ἐκ πολλοῦ. ~ΓV ἀκροβολισμοῖς*] ἀκροβολισμός ἐστιν, ὅτε, πρὶν συμβάλλουσιν οἱ πολέμιοι, ἀλλήλους βάλλουσι τοῖς βέλεσι καὶ τοῖς λίθοις. ~ΓVΟΩΔ