Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 32
Not analysed yet
μέτοικός* εἰμι] ἐπειδὴ ἄνθρωπος ὤν, ὡς λέγουσι, πρῴην γέγονε θεὸς καὶ εἰς οὐρανὸν μετῴκησεν. ~ΓVΟΩΔ Ἡράκλεις ἰώ*] τοῦτο εἰώθασιν ἐπὶ θαυμασμοῦ λέγειν. ~ΓVΟΩΔ —]τὸ Ἡράκλεις ἐπίφθεγμα ἐκπληκτικόν. ἐκπληττόμενος οὖν τοῦτο πρὸς Ἡρακλέα φησίν. ~ΔVΟΩ Βοιώτιον*] οἱ γὰρ Βοιωτοὶ ἐπὶ ἀνοίᾳ διαβάλλονται, Βοιωτὸς δὲ ὁ Ἡρακλῆς. ~ΓΔ —:εἰς ἀμαθίαν ἐσκώπτοντο οἱ Βοιωτοί· ἀφ’ οὗ καὶ ἡ παροιμία Βοιωτία ὗς. ἐπεὶ οὖν Ἡρακλῆς Βοιωτός Ἀλκμήνης ἐξ γάρ —,δριμέως πάνυ ἐπέσκωπται· τὸ μὲν γὰρ προφανὲς τὸ ἀπὸ τοῦ τόπου ἐπισημαίνεται, τὸ δὲ νοούμενον εἰς ἀμαθίαν αὐτὸν διασύρει ὡς Βοιωτόν. ~VΟΩΔ στοάν* —Κυναιγείρῳ] ἐν ταύτῃ γὰρ τῇ στοᾷ τῇ λεγομένῃ Ποικίλῃ τὰ κατὰ Μαραθῶνα ἐγέγραπτο, ἐν Μαραθῶνι δὲ Ἀθηναῖοι Πέρσας ἐνίκησαν. Κυναίγειρος δὲ εἷς τῶν ἀριστευσάντων ἐν Μαραθῶνι κατὰ Περσῶν, ὁ δὲ Μιλτιάδης στρατηγὸς ἦν τότε τῶν Ἀθηναίων. ~ΓCVΟΩΔ. Addunt VΔ: διασύρει δὲ καὶ τοὺς κατ’ ἐκεῖνο καιροῦ ῥήτορας ὡς συχνότερον τούτων μεμνημένους οὐδὲν δέον ἐν ταῖς δημηγορίαις ἀλλ’ ἐκπλήξεως χάριν τοῦ χυδαίου ὁμίλου, ὥσπερ καὶ αὐτὸς οὗτός φησι διαπαίζων ἐν τῷ Ῥητόρων διδάσκαλος [c. 18]. ~εὖ γε*, οἴκοθεν ὁ μάρτυς] παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας, τὸ ἐν τῇ συνηθείᾳ ἐξ οἴκου ἡ μαρτυρία. καλῶς οὖν ἐχρήσατο αὐτῇ, ἐπειδὴ κατὰ τῶν θεῶν νῦν ὁ Ἡρακλῆς ἐλάλησεν. ~ΓVΟΩΔ