Ancient Greek
Δὶς κατηγορούμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 33-4
Not analysed yet
καὶ* τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφεῖλέ μου κτλ.] ἐν οἷς τὰ Πλάτωνος τοιαῦτα σοφοὺς ἄνδρας καὶ μεγαλόφρονας καὶ γενναίους τοῖς διαλόγοις ὑποβαλλόμενα, εἰκότως καὶ τραγικὴν μίμησιν ταῦτα καλεῖ, ὥσπερ ἀμέλει κωμικὰ πάλιν καὶ σατυρικὰ τὰ τοῦ Σύρου καλεῖ, κωμικὰ μὲν διὰ τὸ γελοῖον, σατυρικὰ δὲ διὰ τὸ πολλάκις καὶ αἰσχρότατα προσενείρειν τοῖς διαλόγοις· οἵ τε γὰρ Σάτυροι καταγέλαστοι τοῦ ὁρᾶσθαι αἵ τε κωμῳδίαι γελοῖοι καὶ πλήρεις σκωμμάτων· οἱ Σάτυροι δὲ μεθύοντες ἀεὶ καὶ παρασφαλλόμενοι εἰσάγονται καὶ πρὸς τῷ ἀλλοκότῳ τοῦ σώματος τῆς μορφῆς ἔτι καὶ ὁρμητικοὶ πρὸς συνουσίας αἰσχράς. ἐπεὶ τοίνυν κέχρηται καὶ τοιούτοις Λουκιανὸς διαλόγοις, ὡς ἐπὶ τοῦ Συμποσίου [c. 12] αὐτοῦ τὸν Ἀλκιδάμαντα εἰσάγει καί τινας ἄλλους τῶν φιλοσόφων, εἶπε νῦν τοῦτο, ὡς πρὸς τοῖς κωμικοῖς προσωπείοις καὶ σατυρικοῖς διεσκεύασται τὰ αὐτοῦ. καὶ τὸν ἴαμβον δὲ καὶ τὸν κυνισμὸν ἔφη παραλαμβάνειν, τὸν μὲν ἴαμβον ὡς χλευαστικόν, τὸν κυνισμὸν δὲ ὡς πᾶσι διαλοιδορούμενον· τῷ τε γὰρ ἰάμβῳ Ἀρχίλοχος, ὃν καὶ πρῶτόν φασι τῷ μέτρῳ χρήσασθαι, πρὸς ὕβριν τῶν Λυκαμβίδων διεγχειρίσατο, οἵ τε Κυνικοὶ λεγόμενοι φιλόσοφοι ἅπασι διελοιδοροῦντο, τοῦτο διὰ βίου ἐπιτήδευμα ἔχοντες, ὧν καὶ Μένιππος εἷς ἦν. ~VφΩ οὔτε πεζός εἰμι οὔτ’ ἐπὶ τῶν μέτρων βέβηκα] καταγινώσκει τοῦ ῥήτορος ὁ Διάλογος, ὅτι γράφει διὰ λόγου ἀνθηροτέρου καὶ κροτουμένου· τοῦτο γὰρ τῶν φιλοσόφων διαλόγων ἀλλότριον. ~ΓVφΩ