Ancient Greek
Δὶς κατηγορούμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 34-3
Not analysed yet
κεχαρισμένον*] ὅπερ ἀνωτέρω [c. 33] ὑπέθετο τὸν Διάλογον λέγοντα ἔθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων, διασυρμοῦ τέθεικεν ἕνεκα· τὸ γὰρ νῦν λέγειν ὅτι χαμαὶ βαίνειν εἴθισα καὶ ἐς τὸν ἀνθρώπινον τρόπον οὐκ ἄλλο οὐδὲν ἢ διαγελῶντος τὸ δῆθεν ὑψηλὸν ἐκεῖνο τῆς μεγαληγορίας. ~VφΩ τὰ πρὸ τοῖν ποδοῖν] τὸ τῆς Θρᾴττης τοῦτο ἐκεῖνο, ὃ εὐφυῶς ἐκείνη ἀπέσκωψεν εἰς Θάλητα τὸν φυσικόν. ~VφΩ ὡς* θοἰμάτιον τοῦτο τὸ Ἑλληνικόν] τὸν ἀττικισμόν φησι καὶ τὸ τῆς λέξεως ἀνθηρὸν καὶ διεσμιλευμένον· οὐ γάρ φησιν ὡς Σύρος καὶ ἐκ βαρβάρων τὴν λέξιν ἐκιβδήλευσα τοῦ λόγου, βαρβαρισμοῖς αὐτὸν διαλαβὼν καὶ σολοικισμοῖς, ἀλλὰ τὸ πρέπον αὐτῷ διετήρησα τῇ λέξει εἰς τὸν Πλατωνικὸν τρόπον. ~VφΩ