Ancient Greek
34 to 47
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 34-47
Not analysed yet
αὐτῶν μέντοι κτλ.] τὸν Ὁμηρικὸν διαπαίζει ὄνειρον. ~S ἀγχωμάλως] ἴσως, ὁμοίως. ~S πληρώματα*] πλοῖα. ~S ἐλάθομεν*] ἀντὶ τοῦ ἀνεπαισθήτως. ~VΟMΩ ἁδρότερον] ἁδρὸς ὁ χονδρός. ~S ἱστός*] εἰς τὴν Ἀαρὼν ῥάβδον ὁ παιγνιήμων διαπαίζει. ~VΟΩ ἄβυσσον] ἀντὶ τοῦ ἄπειρον ἔχον βυθόν. ~VMΟΩ χάσματι* κτλ.] τάχα ὁ κενολόγος εἰς Μωσέα καὶ τὴν Ἐρυθρὰν θάλασσαν διαστᾶσαν κρειττόνων ἐπιπνοίᾳ ἐπισκώπτων αἰνίττεται. ~VΓ ΟΩ ἀτιμωρήτους*] ἀντὶ τοῦ ἀβοηθήτους. ποδεῶνας*] Ο ὡς ἐπὶ κωδίου τὰ ἄκρα τῆς ὀθόνης ποδεῶνας εἴρηκε παίζων κἀνταῦθα. ~ΟVSΩ ad fin. :καὶ τὸ τέλος ψευδέστατον μετὰ τῆς ἀνυποστάτου ἐπαγγελίας. ~VΟSUΩ subscript. :Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς κατὰ Βιθυνίαν μετὰ τοῦ οἰκείου ἀδελφοῦ Ἰακώβου τοῦ μητροπολίτου Λαρίσση⸤ς⸥. ~⸤Γ2⸥