Ancient Greek
36 to 42
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 36-2-42
Not analysed yet
πλοῦτος ὁ ἐμὸς κτλ. ]ὡραῖον. ~Γ ἀνέξομαι] ἀντὶ τοῦ βαστάσω· τὸ γὰρ ὑπομένω γενικῇ συντάσσεται. ~M ἀνέξομαι κτλ.] οὐ πρὸς τὸ ἀνέχομαι, πρὸς δὲ τὸ λέγοντα ἡ σύνταξις. ~Γ2M —]σκόπει, πῶς ἐνήλλαξε τὴν σύνταξιν, οὐ πρὸς τὸ ἀνέξομαι ἀποδοὺς τὴν πτῶσιν, ἀλλ’ αἰτιατικὴν ἐπενέγκας οἷον ὀλίγα λέγοντά σε. ἴσως δὲ τὸ ἀνέξομαι ἀντὶ τοῦ προσδέξομαι ἢ παραχωρήσω προσελήφθη. ~VMΩΔ ὑπεκστήσομαι*] ἀποστήσομαι. ~Δ Κορύβαντες*] οὐ μάτην τοὺς Κορύβαντας ἐπὶ τῇ ἐκπλήξει ἐμβοᾶται, ἀλλ’ ὡς ἐπὶ παραδόξῳ καὶ μανιώδει δῆθεν τῷ συγκυρήματι. ~VΩΔ —]διὰ τὸ παράδοξον καὶ τεράστιον τοῦ θησαυροῦ τοὺς Κορύβαντας ἐπικαλεῖται. ~Γ2M ἄνθρακας εὕρω ἀνεγρόμενος*] κατὰ τὸ ὑπὸ τῶν πολλῶν τερατευόμενον. ~ΓVMΔ ἐπίσημον] ἀντὶ τοῦ κεχαραγμένον. ~Δ Ἐλέου* βωμός] ἵδρυτο γὰρ παρ’ Ἀθηναίοις Ἐλέου βωμὸς ἐπὶ συμπάθειαν καὶ φιλανθρωπίαν αὐτοὺς καλῶν. ~VΓ2CΜΩΔ Πανί*] ἐπὶ ταῖς ἐσχατιαῖς γὰρ καὶ τοῖς ἐρημοτέροις τῶν χωρίων εἰώθεσαν Ἕλληνες τὸν Πᾶνα ἱδρύεσθαι. ~VCΩΔ