Ancient Greek
Τίμων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 43-2
Not analysed yet
ἀποφράς*] ἦσαν παρ’ Ἕλλησιν ἡμέραι ἀπραξίαν εἰσηγούμεναι παντὸς καὶ ἀργίαν, ἃς ἀποφράδας ἐκάλουν. ἐν ταύταις οὐδὲ προσεῖπεν ἄν τίς τινα οὐδὲ καθάπαξ φίλος ἐπεμίγνυτο φίλῳ· ἀλλὰ καὶ τὰ ἱερὰ ἀχρημάτιστα ἦν αὐτοῖς. ἐτελεῖτο δὲ ταῦτα κατὰ τὸν Φεβρουάριον μῆνα, ὅτε καὶ τοῖς καταχθονίοις ἐνήγιζον. καὶ πᾶς οὗτος ὁ μὴν ἀνεῖτο τοῖς κατοιχομένοις μετὰ στυγνότητος πάντων προϊόντων ἕτερον τρόπον, ὃν καὶ τὰ Διάσια στυγνάζοντες ἦγον Ἀθηναῖοι. ἐντεῦθεν καὶ πάντα τινὰ τῶν ἀπαισίων ἀποφράδα ἐκάλουν, οἱονεὶ ὃν μηδὲ φράσαι μηδὲ προσειπεῖν ἄξιον νομίσαι δι’ ὑπερβάλλουσαν κακίαν. ~VΓ2MΔ. Addit Γ2: ἐν τῷ κατὰ Τιμάρχου λόγῳ οὗτος αὐτὸς ὁ Λουκιανὸς τί ἐστιν ἀποφρὰς πάνυ σαφῶς δηλοῖ [Pseudol. s. De apophr. c. 1 sq.] . ~