Ancient Greek
36 to 42
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 36-4-42
Not analysed yet
ὁ ἐκ Πατρῶν*] τὸν Θεαγένην λέγει. ἐκ Πατρῶν δὲ τῆς Πελοποννήσου. ~VR ποίας* μὲν οὖν μελίττας κτλ.] ἐντρύφα, κατάρατε, καὶ ἐμφοροῦ τῆς πατρίας καὶ εἰωθυίας ὑμῖν τοῖς Ἕλλησι πλαστολογίας. ~R Πρωτέως*] Πρωτεὺς μὲν τάχα καὶ συγγνωστός, εἰ καὶ ψυχρᾷ τῇ συγγνώμῃ, οὕτω τὸν βίον ἀπολιπών, σὲ δὲ τίς τοῦ τρόπου ἀγάσεται λόγον μὲν ἐμπορευσάμενον οὕτω προχείρως ἐκγεγονότα τινί, ὕθλοις δὲ καὶ μωρολογίαις τοῦτον ἐσπαθηκότα; ~V