Ancient Greek
Περὶ τῆς Περεγρίνου τελευτῆς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 25-6
Not analysed yet
καόμενόν φησι κτλ.] σημείωσαι. ~Γ οὐκ ἀπ’ ἐλπίδος* κτλ.] οὐ γὰρ ἀνέλπιστον φῂς μὴ ὑπομένοντα τὴν φλόγα ἐξάλλεσθαι ταύτης· ἀνθ’ ὧν καὶ βαθυνθῆναι τὸ τῆς πυρᾶς μεσαίτατον παρασκευάσει, ὡς μηδὲ βουληθέντι ῥᾴδιον ἐκπηδῆσαι. ταῦτα δὲ βούλεται Λουκιανὸς ληρεῖν, Βραχμᾶνας μὲν ἑκόντας καὶ καρτερικώτατα ἀποφαίνων πυρπολεῖσθαι, Περεγρῖνον δὲ οὐ πάντῃ κατὰ τὸ ἑκούσιον ἀλλὰ καὶ πρὸς ἀνάγκην, εἴ γε τὸ ἄφυκτον ἑαυτῷ περιποιεῖται τὸ ἀπὸ τῆς φλογός. ~R