Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-16
Not analysed yet
δυσωπῶ*] ἀντὶ τοῦ ἀμβλυώττω, κακῶς διάκειμαι τοὺς ὦπας. ~EVφΩΔ ἀπερυθριᾶσαι: ἐπίτηδες ὁ παιγνιήμων τὸ ἀπερυθριᾶσαι τέθεικε διὰ τὸ γελοῖον. βούλεται δὲ αὐτῷ σημαίνειν τὸ τὸ ἐρύθημα ἤτοι τὸ αἱματῶδες τῶν ὀφθαλμῶν ἀποκαθᾶραι. λημαλέον δὲ τὸ σὺν λήμαις φησί, καὶ τὸ διερόν τὸ δίυγρον, ὅ, κἂν μὴ λέγωμεν, δῆλον. ~VEφΩΔ