Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-13
Not analysed yet
ἀπησθημένοι: ἀντὶ τοῦ ἀποδυσάμενοι· ἐσθήματα γὰρ τὰ ἱμάτια. ἔοικε δέ μοι αὐτὸς ταῦτα τοῦ γελοίου καλῶς γε ποιῶν διαπλάττειν, ὅσον καὶ προφάσεως μὴ ὑπούσης γέλωτος αὐτὸς ἀνευρίσκων προφάσεις οὐ διαλείπει. ~EVφΩΔ συντριβέντες: ἀντὶ τοῦ ἀλλήλους διατρίψαντες καὶ ἀνα βάντες ἀλλήλους, ὅ ποιεῖν εἰώθασιν ἐπί τινων παιδιῶν οἱ νικῶντες ἀναβαίνοντες ἐπὶ νῶτον τοὺς ἡττημένους· ἔνθεν καὶ κατανωτισάμενοι εἶπεν. τὸ δὲ ἐμπαίξαντες οἱονεὶ παίξαντες ἐν τῷ γυμνασίῳ. ψυχροβαφὲς δὲ τὴν ψυχράν φησι πύελον, ἐν ᾗ φησιν ὑποδύντες ὡσεὶ δελφῖνες τὰς κάρας κυβιστῶντες ὑπὸ τῷ ὕδατι ἐκολυμβῶμεν. τὸ δὲ ἐξυόμην ἀντὶ τοῦ ἐκτενιζόμην· ὀδοντωτὴν γὰρ ξύστραν τὸ κτένιόν φησι. κηπίον δὲ καὶ σκάφιον εἴδη κουρᾶς. ~EVφΩΔ