Ancient Greek
4 to 7
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-9-7
Not analysed yet
ὁ δὲ γεννάδας Ὅμηρος κτλ.] σκόπει τὸν βωμολόχον, ὅπως εὐθίκτως διαγελᾷ τὰ τῶν Ἑλλήνων σεμνότατα. ~BΝΔ ποιηταί*] ⸢οὕτως ὄ⸣ναιο, γόης καὶ ⸢πλα⸣στογράφε. ~⸢V⸣ΒNUΩΔ. Addit U: εἰ μὴ ιἤδεις αὐτοὺς ψευδομένους, οὐκ ἂν κατεγέλασας αὐτούς. ~ξυντριβέντες τῶν κρανίων: Ἀττικὴ ἡ σύνταξις, τὸ δὲ κοινὸν συντριβέντες τὰ κρανία· τὰ γὰρ πρὸς πεῖσιν ἢ δρᾶσιν αἰτιατικῇ συντάσσονται, ἔπαθον τὴν ψυχήν, συνέτριψα τὴν λήκυθον. οὕτως οὖν καὶ τοῦτο πρὸς αἰτιατικὴν ἔδει ἀποδοθῆναι. ἀλλ’ ἐπειδὴ φιλοῦσιν Ἀθηναῖοι τὸ ἐπὶ μέρους λέγειν, ὡς τὸ ἔφαγον τοῦ ἄρτου, ἔπιον τοῦ οἴνου, οὕτως κἀνταῦθά φησι συντριβέντες τῶν κρανίων. ~BCΩΔ ἀχλὺν κτλ.] ὡραῖον. ~Γ —]σημείωσαι. ~Δ