Ancient Greek
Χάρων ἢ Ἐπισκοποῦντες.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-6
Not analysed yet
εἰπὲ γάρ μοι κτλ.] σημείωσαι. ~Δ Μίλων*] Μίλωνος τούτου φέρεται καὶ ἄλλα ⸤τῆς⸥ κατὰ σῶμα ἀλκῆς θαύματα. φασὶ γὰρ αὐτὸν Πυθαγόρειον ὄντα καθῆσθαι μετὰ τῶν ὁμιλητῶν ἐν οἰκίᾳ, ἧς ὑποσάθρου τινὸς τῶν στύλων ὄντος ὑποβάντα τὸ πεπονηκὸς τῆς οἰκίας τὸν στῦλον πρότερον παρωσάμενον ἐκείνους τε σῶσαι καὶ ἑαυτὸν ἀκέραιον ὑπεξαγαγεῖν. ἔτι δὲ καὶ τοῦ⸤το⸥ ὅ δὴ καὶ τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν, ὡς βαδίζοι ποτὲ παρ’ ὕλην τινὰ οὗτος καὶ παραβαίη μὲν τὴν ὁδὸν ἐπὶ πολύ, περιτύχοι δὲ κορμῷ μεγάλῳ κατεσφηνωμένῳ, ὅν βιαζομένου πρὸς τὴν διάστασιν τοὺς σφῆνας μὲν καταπεσεῖν, αὐτὸν δὲ περισχεθέντα τῇ συμπτώσει τῶν μερῶν ἀφύκτῳ πάγῃ θηρίων ὑπάρξαι θοίνην. ~Γ⸤Β⸥CΩΔ σοὶ τὸν Μίλωνα κτλ.] ὡραῖον. ~Γ ἀμαχωτάτου*] ἀναλωτοτάτου. ~Γ