Ancient Greek
Δημώνακτος βίος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 40
Not analysed yet
ὁ βασιλεύς με τῇ Ῥωμαίων* πολιτείᾳ τετίμηκεν] οὐ γὰρ ἔδει οὕτως εἰπεῖν ὅτι ’τῇ Ῥωμαίων ἐτίμησέ με πολιτείᾳ’· ἀδιανόητον γὰρ τοῦτο καὶ ἄδηλον, ποίᾳ τινὶ εἰσεγράψατο αὐτὸν φρατρίᾳ, ἐκ πολλῶν φρατριῶν τῆς Ῥωμαίων πολιτείας συγκεκροτημένης οἷον Οὐεττίων, Φλαβίων, Αὐρηλίων καὶ ἄλλων πλείστων· οὐ γὰρ καὶ πάσαις ἐπολιτογραφήθη εἷς ὤν. ἀλλ’ εἴπερ ἄρα, οὕτως ἐχρῆν εἰπεῖν ’τῇ Ῥωμαίων εἰσεγράψατό με πολιτείᾳ’, ἵνα τῷ πλάτει τοῦ ἀορίστου περιελαμβάνετο καὶ αὐτός, ἢ ὅτι Ῥωμαῖον βασιλεὺς ἐποίησέ με’· τὸ γὰρ αὐτὸ καὶ ἐκ τούτου παρεδηλοῦτο, ὃ καὶ αὐτὸς ὁ Δημῶναξ ὑπέθετο διορθούμενος, ἅμα δὲ καὶ σκώπτων ὡς μὴ καθαρῶς ἑλληνίζοντα Ἓλληνα βουλόμενον εἶναι. ~BVΜΟΩ