Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 40-2
Not analysed yet
ἡ θυγάτηρ* καὶ ὁ ἀδελφὸς καὶ ἡ γυνή] ἡ Ἀθηνᾶ καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἥρα. ~ΓV ἐξαπατᾷ κτλ.] πάντα ταῦτα Ὅμηρος περὶ τοῦ Διὸς εἶπε. καλῶς δὲ πάνυ τὸν Ὅμηρον αὐτὸν κατὰ τῶν Ἑλλήνων ἤνεγκε μάρτυρα. ~ΓVΟΩ οἱ θεοὶ ἐμονομάχουν κτλ.] ἐξεπίτηδες κατάπτυστα ταῦτα προσεπιβύεται τῇ διαλέξει, τὸν λόγον δολῶν καὶ ἵνα δοκῇ τι λέγειν ταῦτα ληρῶν. ~Δ σῶκος*] οὕτως ἐκαλεῖτο ὁ Ἑρμῆς οἱονεὶ σωσίοικος. ~ΓVΟΩΔ ἐριούνιος] ὠφελιμώτατος. ~Δ