Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 41
Not analysed yet
παρεκδύς*] παρεξελθών. ΓV Πῶλον* κτλ.] οὗτοι ὑποκριταὶ ἦσαν ὑποκρινόμενοι τὰ τῶν τραγῳδιῶν δράματα. ~ΓVΔ ἐμβάτας*] τὰ ξύλα, ἃ ἐμβάλλουσιν ὑπὸ τοὺς πόδας οἱ τραγῳδοί, ἵνα φανῶσι μακρότεροι. ~ΓVΟΩΔ. Addit Δ: οἱ λεγόμενοι Σπάνοι. ~ποδήρεις*] τὰ μέχρι τῶν ποδῶν ἑλκόμενα ἱμάτια. ~ΓVΔ. Addit :οὕτω γὰρ καὶ οἱ Σπάνοι παίζουσιν. ταῦτα δ’ εἰσὶν ὀνόματα τῆς σκηνικῆς σκευῆς, ιἧ ἐχρῶντο οἱ ὑποκριταί. ~Εὐριπίδης* κτλ.] ἀλλ’ οὐδὲ τοῦτο ὡς ἐκ προσώπου Εὐριπίδου, μάταιε, ἀλλ’ ἐξ ἑτέρας ἀθεότητος εἰσηγουμένης. ποῦ τὸ τοῦ ποιητοῦ πρόσωπον ἡ δραματουργία πώποτε ἐνεφάνισεν; ~Δ