Ancient Greek
45 to 46
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 45-46
Not analysed yet
τάφον*] τάφος ἦν ἐν τῇ Κρήτῃ καὶ ἐπεγέγραπτο ἐν αὐτῷ τοῦ Διὸς τάφος’ καὶ πρὸς αὐτὸν νῦν ἀποτείνεται. ~ΓVΩΔ ἀκάτια οἱ μὲν τοὺς μεγάλους καὶ μέσους καλοῦσιν ἱστούς, ὡς καὶ Πολυδεύκει τῷ ὀνοματολόγῳ [1, 91] δοκεῖ· εἰσὶ δ’ οἳ καὶ τὰ παρ’ ἡμῖν λεγόμενα κάρυα ἀκάτιά φασιν, οἷς ἡ κεραία ἀνέλκεται. ~VCΩΔ