Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 44
Not analysed yet
ἕδη τὰ ἀγάλματα λέγει, παρὰ τὸ ἡδράσθαι. ~VΩΔ Ἀρτέμιδος*] ἐν γὰρ τῇ Σκυθίᾳ τοὺς κρατουμένους ξένους ἔθυον τῇ Ἀρτέμιδι. ~ΓCVΩ ἀνὴρ φείδεται κτλ.] ὡραῖον. ~Γ ἐξ ἁμάξης*] ἐν τῇ ἑορτῇ τῶν Διονυσίων παρὰ τοῖς Ἀθηναίοις ἐπὶ ἁμαξῶν καθήμενοι ἔσκωπτον ἀλλήλους καὶ ἐλοι δοροῦντο πολλά. παροιμία οὖν ἐκράτησεν ἐπὶ τοῦ ὑβριστικῶς κεχρημένου τὰ ἐξ ἁμάξης. ~ΓVΩ —]ἐν τοῖς Διονυσίοις ἔθος εἶχον σκώπτειν ἀλλήλους συνιόντας καὶ τούτων ἀπάρχεσθαι τῷ παρακαλέσαντι δαίμονι μέθης ἐφόρῳ καὶ τοιούτοις ἀεὶ χαίροντι. καὶ ἵνα τοῦτο περιφανέστερον δρῷτο, ἐφ’ ἁμαξῶν ἀνέβαινον καὶ οὕτως ἔσκωπτον, ὡς ἐξ ὑπερδεξίου μᾶλλον εὐηκοώτεροι ὦσι. τοῦτο καὶ νῦν φησιν· ἐπεκράτησε γὰρ ἐξ ἐκείνων εἰς παροιμίαν χωρεῖν ἐπὶ τῶν ἀδεῶς ταῖς ὕβρεσι χρωμένων καὶ οὕτω λέγειν τὰ ἐξ ἀμάξης παρρησιάζειν. ~Δ