Ancient Greek
45 to 53
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 45-2-53
Not analysed yet
ἢ τό* γε κτλ.] ἀντὶ τοῦ ἢ τοῦτο μόνον παρανομήσωμεν, ἢ ἀντὶ τοῦ βραχὺ ἢ ὀλίγον παρανομήσωμεν. ~ΓVMΩΔ ἴσχαιμον*] ἐπέχον τὸ αἷμα. ~VMΔ ἀναφαλαντίας] ἤγουν ὁ φαλακρός. ~M καὶ ὅπως κτλ.] προσυπακουστέον τὸ μέμνησο Ἀττικῇ συνηθείᾳ. ~VΜΩ καίτοι σύ γε κτλ.] ὡραῖον. ~V κατέαγα κτλ.] ὡραῖον. ~Γ —]Ἀττικὴ ἡ σύνταξις τὸ κατέαγα τοῦ κρανίου, ὡς Ἰουστῖνός φησιν. ~Γ2M —]καὶ τοῦτο Ἀττικόν· αὐτοὶ γὰρ ἀεὶ ἐπὶ μέρους εἰώθασι λέγειν, ἔφαγον τοῦ ἄρτου, ἔπιον τοῦ οἴνου, οὕτως οὖν καὶ κατέαγα τοῦ κρανίου. ~CVΜΩΔ γινόμενον*] ὀφειλόμενον. ~S τὸ μέγα ὄφελος κτλ.] ὡραῖον. ~Γ μιᾶς ἡμέρας κτλ.] σημείωσαι. ~Γ ἐθεώρησα*] ἀντὶ τοῦ θεωρὸς ἐγενόμην. ~S Ἡλιαίᾳ*] δικαστήριον Ἀθήνησιν ἡ Ἡλιαία εἰς ὕπαιθρον προκαθημένων τῶν δικαστῶν, παρ’ ὃ καὶ Ἡλιαία ἐκαλεῖτο, παρὰ τὸ ἡλιοῦσθαι τοὺς ἐκεῖ ἀθροιζομένους. ~VΓ2CMΩΔ χρυσοῦν ἀναστῆσαι*] ἀνέστησε τὸν ἅγιον ἀντὶ τοῦ ἐζωγράφησε. ~S κεραυνὸν —ἔχοντα κτλ. ]κεραυνὸν μὲν ὡς ἴσον δῆθεν τῷ Διί, ἀκτῖνας δὲ ὡς τῷ Ἀπόλλωνι. ~VΩΔ πλουτεῖς τὸν ὀπισθόδομον* διορύξας] ὡς ἱερόσυλον διαβάλλων ταῦτά φησιν· ὁ γὰρ ὀπισθόδομος ἱερόν. ~VΓ2MΩΔ. Addunt VMΩΔ :τὸ ὄπισθεν δὲ τοῦ ἀδύτου οὕτως ἐλέγετο. ~—]ὅτι ὁ ὀπισθόδομος ἱερόν. τὸ ὄπισθεν τοῦ ἀδύτου οὕτως ἔλεγον, ἐν ᾧ καὶ τὰ δημόσια ἀπέκειτο χρήματα. ~C