Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 48
Not analysed yet
διμοιρίτην*] ὁ τοῦ διμοίρου τῶν ἐν τῇ νηὶ ἄρχων. ~ΓVΩΔ τριμοιρίτην*] ὁ τοῦ τρίτου μέρους ἄρχων. ~ΓVΩ —]οὕτως ἐλέγοντο οἱ μὴ τὸν ἐντελῆ μισθὸν λαμβάνοντες στρατιῶται τῷ μὴ εἶναι τὴν στρατιῶτιν ἀρετὴν τέλειοι. ~VΩΔ κατακολυμβῆσαι* κτλ.] πάντα ταῦτα λέγει ὡς ὀνόματα τῶν ἐν τῷ πλοίῳ σκευῶν, ἃ μεταφορικῶς ἐπὶ ἀνθρώπων νοητέον, ὅτι οἱ μὲν ὀφείλοντες καλῶς πράττειν ἀτυχοῦσιν, οἱ δὲ ἄδικοι εὖ πράττουσιν. ~VΓΩΔ Σωκράτης καὶ Φωκίων Ἀθηναῖοι ἦσαν ἀμφότεροι ἐπ’ ἀρετῇ θαυμαζόμενοι, ὁ μὲν φιλόσοφος, ὁ δὲ στρατηγός. ~ΓVΩΔ ὁ μὲν Καλλίας οὗτος, ὡς Κρατῖνος Ἀρχιλόχοις [fr. 11. C. A. F. I K.] φησίν, Ἱππονίκου υἱὸς ἦν τὸν δῆμον Μελιτεύς, ὡς Ἀριστοφάνης Ὥραις [fr. 572. C. A. F. I 538 Κ.] ,πλούσιος καὶ πασχητιῶν καὶ ὑπὸ πορνιδίων διαφορούμενος καὶ κόλακας τρέφων. εἰς δὲ στιγματίαν αὐτὸν Κρατῖνος [fr. 11] κωμῳδεῖ ὡς ἕνα τῶν καταχρέων· οἱ γὰρ δανειζόμενοι τὰς κτήσεις ὑπετίθεσαν καὶ ἐπέγραφον αὐτὰς πρὸς τὸ γινώσκεσθαι, ὅτι ὑποθῆκαί εἰσιν· ὅθεν καὶ Μένανδρος [fr. 968. C. A. F. III 247 K.] ἄστικτον χωρίον εἰώθει λέγειν τὸ ἀνεπιδάνειστον. κωμῳδεῖ δὲ αὐτὸν Κρατῖνος [fr. 11] καὶ ὡς Φώκου γυναῖκα μοιχεύσαντα καὶ τρία τάλαντα δόντα εἰς τὸ μὴ κριθῆναι. —ὁ δὲ Μειδίας ὀρτυγοκόπος ἦν, ὡς Πλάτων Περιάλγει [fr. 108. C. A. F. I 630 Κ.] ,καὶ περὶ τὰ ὅμοια δεινός· καὶ ὡς πονηρὸν δὲ καὶ κόβαλον καὶ τῶν δημοσίων νοσφιστὴν Φρύνιχος [fr. 41. C. A. F. I 381 Κ.] καὶ Πλάτων [cf. fr. 108] διαβάλλουσιν. —ὁ δὲ Σαρδανάπαλος υἷὸς ἦν Ἀνακυνδαράξου τοῦ Μήδου καὶ βασιλεὺς Ἀσσυρίων τρυφῇ πεπραμένος καὶ γυναιξὶ τὸν πάντα βίον ἐκδαπανῶν· διὸ καὶ ἐπὶ τούτου ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχή. ~VΔ. Addit Δ: ὁ δὲ Φῶκος οὗτος μοιχαλίδα εἶχε γυναῖκα, ἐφ’ ᾗ καὶ ἑάλω Καλλίας. ~