Ancient Greek
49 to 52
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 49-52
Not analysed yet
τοίχου*] τοῖχος λέγεται οὐ μόνον ἐπὶ οἴκου ἀλλὰ καὶ ἐπὶ πλοίου. ~ΓVΩΔ κατὰ* ῥοῦν προχωρεῖ] κατὰ ῥοῦν φέρεται. ἐπὶ τῶν εὐπλοούντων ὁ λόγος, ὅτε πρὸς ῥεῦμα φερόμενοι τὸν ἴδιον πλοῦν ἀνύουσιν. ~ΓCVΩΔ. Addunt CVΩΔ: διότι δὲ ἀπὸ τοῦ πλοῦ τὸ παράδειγμα, διὰ τοῦτο καὶ νῦν τῷ πλησίστιος ἐχρήσατο. ~ἱερὰν —ἄγκυραν*] ἄγκυρά ἐστιν ἐν τῇ νηὶ ἡ μεγίστη, ἣν καλοῦσιν ἱεράν. αὕτη δέ, ὅτε μέγας καταλάβῃ κίνδυνος, τελευταία βάλλεται. εἶπεν οὖν τοῦτο ὡς μέλλων τελευταῖον εἰπεῖν ἐπιχειρημάτων τὸ πάντων μέγιστον. ~ΓVΩΔ τυμβωρύχε* κτλ.] καλῶς πάνυ εἰσήγαγε τὸν Τιμοκλέα πρὸς ὕβρεις τραπέντα· τοῦτο γὰρ ἔθος τοῖς ἡττωμένοις. ~VΓΩΔ