Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-5
Not analysed yet
ὀλιγωρίαν] ῥᾳθυμίαν. ~V διαμέλλομεν] βραδύνομεν. ~V ἀποβάθραν*] οὕτω καλεῖται ὁ τῆς νεὼς τόπος, δι’ οὗ ἐπὶ τὴν γῆν ἐξερχόμεθα ἢ εἰσερχόμεθα. ~ΓCVφΟUΩΔ εὐαγρίας*] καλῆς ἄγρας. ~ΓVφΔ ὀμφακίας*] ἀνεψήτους, ὅ ἐστι μικρούς. ~ΓVφΟUΩΔ. Addit Ο: ἀώρους. ~τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν: παροιμία. —ἐν τῷ Πελοποννησιακῷ πολέμῳ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων περιγενόμενοι τριάκοντα τυράννους ἔστησαν παρ’ αὐτοῖς, οἵτινες παραλαβόντες τινὰς τῶν πολιτῶν μετὰ ταῦτα κακῶς ἐκέχρηντο τοῖς λοιποῖς. καταλυθέντων οὖν τῶν τυράννων καὶ γενομένου μετ’ αὐτοὺς Εὐκλείδου ἄρχοντος, ἵνα μὴ μνησικακήσωσιν ἀλλήλοις οἱ πολῖται, συνθήκας ἐποίησαν ὥστε τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τοῦτο οὖν λέγει νῦν ὅτι τῶν πάνυ γερόντων ἀναζητῆσαι τὸν βίον οὐ βούλομαι. ~CΓVφΟUΩΔ βεβυσμένοι*] πεφραγμένοι. ~ΓVUΩΔ ἀράμενον*] κουφίσαντα. ~ΔV τακεροί*] τακέντες. ~ΓVΩΔ καθ’ ὥραν τετρυγημένοι*] ἡψημένοι ἐν τῷ δέοντι καιρῷ. ~ΓVΟΔ