Ancient Greek
6 to 10
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-5-10
Not analysed yet
6 τυμπάνου*] τύμπανόν ἐστι ξύλον, ἐν ᾧ τοὺς καταδίκους ἐφόνευον. ~ΓVφΟUΩΔ 7 Ἑκαίῃς* τὸ δεῖπνον κτλ.] ὡς ἔοικεν, ἐν τῷ τῆς Ἑκάτης δείπνῳ ταῦτα παρατιθέναι εἰώθεσαν. ἡ δὲ Ἑκάτη μία ἐστὶ τῶν παρ’ Ἕλλησι θεῶν. ~ΓVφUΩΔ τὰ ἐκ τῶν καθαρσίων ὠά*] ἐν οἷς καθῄροντο. ~ΓVφΩΔ ὅλον μοι τὸν ἄτρακτον* ἐπέκλωσας] ἀντὶ τοῦ ὅλον τὸν ἄτρακτον ἐπ’ ἐμοὶ ἔκλωσας. ~ΓVΘΩ ἐπίβαινε*] τουτέστιν ἄνελθε εἰς τὸ πλοῖον. ~ΓVφΔ ἡμιτελὴς γὰρ ὁ δόμος] εἰς Πρωτεσίλαον ἀποσκώπτει. ~VφUΩΔ. Addit Δ: οὗ καὶ Ὅμηρος [Β 701] κατὰ ταὐτὰ μέμνηται. ~ἄραρεν*] ἔδοξεν. ~ΓVUΔ ἐπιβιώσεται] ἐπιζήσεται. ~V πρός*] πρὸς τούτοις. ~Γ —]καὶ ἐν τούτοις. ~V ἐξήκει*] ἀντὶ τοῦ παρῆλθεν. οὕτω καὶ τοῦ ἐξήκοντός φαμεν χρόνου ἀντὶ τοῦ παρελθόντος. ~ΓVφUΩΔ ἐπισήμου*] ἐσφραγισμένου. ~ΓVφΩΔ ἀπέφθου*] εὐρύζου. ~ΓVφ εὔγνωμον*] εὔλογον. ~ΓVUΩΔ εἰς τοσοῦτον] ἐπὶ τοσοῦτον. ~Vφ ὑπάγωμαι*] ὑποτάξω. ~ΓVφUΩΔ Ἄντανδρον] ὄνομα κύριον. ~V ἐγκαταλεγήσεται] συγκαταριθμήσεται. ~VφΔ τίς* γὰρ ἦν σοι φίλος] δι’ ἑνὸς τούτου πᾶσαν τὴν τῶν τυράννων ἐμφανίζει οὐδένειαν καὶ ὅπως οὐδεὶς φίλος ἀλλὰ κόλακες πάντες αὐτῶν τὸν καιρὸν ἐξωνούμενοι. ~VφUΩΔ