Ancient Greek
Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμευον.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-9
Not analysed yet
τίνος οὖν ἀγαθοῦ* ὠνῇ ταῦτα] προσυπακουστέον τὸ χάριν ἢ ἕνεκεν, ἵν’ ᾖ τίνος οὖν ἀγαθοῦ χάριν ἢ ἕνεκεν. ~VΓ2ΟΩ Ἰσμηνίας οὕτω καλούμενος καὶ αὐτὸς Κορίνθιος· καὶ αὐτὸς ἐλπίσας ἐκ τῆς ὁμωνυμίας, εἰ καὶ τοὺς αὐλοὺς κτήσαιτο Ἰσμηνίου, εὐθὺς αὐτοπρόσωπος ἔσεσθαι Ἰσμηνίας, ἐώνηται μέν, οὐ μέντοι καὶ πλέον τοῦ ἐπελπίσαι τετύχηκεν. ~Γ2VφΟΩ ἵππον —Μῆδον] Μῆδος ἵππος ὁ Νησαῖος· ἡ Νῆσα δὲ πεδίον Μηδίας, οὗ αἱ βασιλικαὶ ἱπποφορβάδες νεμόμεναι τοῖς Μήδων βασιλεῦσιν ἵππους ἔτρεφον γενναίους. κενταυρίδαι δὲ ἵπποι οἱ ἐκ Λαρίσσης τῆς Θετταλῆς, τάχα ἀπὸ τῶν ἱπποκενταύρων ὀνομαστοί. ~Γ2CVφΟΩ κοππαφόρον] ἐπίσημον τοῦτο τῶν ἵππων ἐπὶ τοῦ μηροῦ ἐγκαιόμενον παρὰ τῶν παλαιῶν, καὶ ἦσαν οὗτοι οἱ ἵπποι τῶν εὐγενῶν, οἷς ἐπὶ τοῦ μηροῦ παράσημον κ̄ τὸ στοιχεῖον ἢ σ̄· ἀφ’ ὧν καὶ παρωνομάζοντο ἀπὸ μὲν τοῦ κ̄ κοππατίαι, ἀπὸ δὲ τοῦ σ̄ σαμφόραι. ~Γ2CVφΟΩ. Addit C: ἐξ οὗ καὶ ὁ Βουκεφάλας ἵππος ὁ τοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος βούκρανον ἔχων ἐντετυπωμένον οὕτως ἐκαλεῖτο.