Ancient Greek
7 to 25
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-8-25
Not analysed yet
ὑπερπηδήσεται μὲν τὸν ποταμόν] ταῦτα πάντα λέγει Ὅμηρος τὸν Ἀχιλλέα ποιῆσαι. ~ΓVΟΩ ἐπιθολώσει κτλ.] ὡραῖον. ~ΓV κόλλοπας*] κόλλοπες οἱ πασσαλίσκοι τῆς κιθάρας, ὧν ἐκδέδενται αἱ νευραί. ~VΓ2CφΟΩ περὶ πόδα: ἀντὶ τοῦ κατὰ πόδα, πλησίον, ἐγγύς. ἢ ἀλη θέστερον ἐρεῖν περὶ πόδα ἀντὶ τοῦ καταπεφρονημένος· ἐπεὶ καὶ τὰ παρ’ ἡμῶν εὐκαταφρόνητα περὶ τοὺς πόδας ῥιπτεῖται. ~VΓ2CφΟΩ ἵναπερ*] ἀντὶ τοῦ ὅπου. ~Γ κληρονομήσας* τῆς Ὀρφέως μουσικῆς] κληρονομῶ σου, καὶ τοῦτο Ἀττικόν. ~VΓ2CφΟΩ διασπάσασθαι* —ὅμοιον τῷ Ὀρφεῖ] ἐπεὶ κἀκεῖνος ὑπὸ τῶν Θρᾳττῶν διεσπάσθη. ~VΟΩ —]σημείωσαι. ~Γ Ὀρφεῖ* παρὰ τῆς μητρός] Καλλιόπης γὰρ τῆς Μούσης μυθεύουσι γενέσθαι τοῦτον. ~VΓφΟΩ χθὲς δὲ* καὶ πρῴην] λέγεται καὶ ἄρτι πρῴην, ὡς ἐχρήσατο καὶ Πλούταρχος ἐν Παραλλήλοις [Brut. 1 ]. ~Γ2CVφΟΩ Πρωτέως] περὶ τοῦ Περεγρίνου λέγει τοῦ ἑαυτὸν καύσαντος. ~Γ2VφΟΩ ὡς Τεγεᾶται κτλ.] σημείωσαι. ~Γ ὡς* οὐδ’ εἰπεῖν καλόν] καινοπρεπὲς καὶ τοῦτο ὡς οὐδ’ εἰπεῖν καλόν· τὸ γὰρ κοινὸν ὡς οὐδὲ καλὸν εἰπεῖν. ~VΓ2CΟΩ φευκτέον ἂν ἦν κτλ.] σημείωσαι. ~Γ τίλφαις*] τίλφη ζωύφιόν τι τοῖς βιβλίοις ὡς ἐπίπαν ἐντίκτεσθαι πεφυκὸς ἐπίμηκες, κέρατα ἔχον, ὡς ἐν μικρῷ κατιδεῖν, λευκὸν ἢ πελιόν, εἴ τις τούτῳ ἐγχρίμψαιτο, κονιορτὸν ἀποβάλλον. ~VΓ2CφΩ σὺ δὲ ἀποροίης κτλ.] ὡραῖον. ~ΓV Δημήτριος κτλ.] ὡραῖον. ~ΓVΟ τὸ οὐδέτερος ἐπὶ δύο λαμβάνεται. πῶς οὖν τοῦτο; εἰ μή που ἔσφαλται τὰ τῆς γραφῆς καὶ ἀντὶ τοῦ οὐχ ἕτερος γέγραπται οὐδέτερος ἢ ἐκτέθλιπται τὸ ε̄ τοῦ συνδέσμου. ~Γ2VφΩ τοὺς ἐπαίνους κτλ.] ὡραῖον. ~Γ τὸ* τῶν Μυσῶν] ἀντὶ τοῦ ὅμοιον τῇ παροιμίᾳ τῇ διαγορευούσῃ χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα [fr. adesp. 560. F. T. G2. p. 950 N.] . ~VΓCφΩ βασιλεύς] κατὰ Μᾶρκον γὰρ οὗτος ὁ Λουκιανὸς ἦν. ~Γ2VφΩ χύτραις λημῶντες: ἀντὶ τοῦ χύτραις ἴσας περιφέροντες λήμας. ~Γ2CVφΟΩ τἀργύριον καὶ φύλαττε κτλ.] ὡραῖον. ~ΓVΟ